Pages

28 maggio 2011

Εις τους μάρτυρες της Αλώσεως


Χαίροις ἀσκητικῶν. Ἦχος πλ. Α΄
Δεῦτε μαρτυρικὴν ἀδελφοί,
μετ' ἐγκωμίων ἀνυμνήσωμεν φάλαγγα,
γενναίως ἀγωνισθεῖσαν, κατὰ βαρβάρων πολλῶν,
Κωνσταντίνου ταύτης προεξάρχοντος.
Στρατὸν γενναιότατον, ἱερώτατον σύνταγμα,
συνασπισμόν τε, ἀρραγῆ καὶ ἀνίκητον,
τὰ τῆς Πίστεως καὶ τοῦ Γένους καυχήματα.
Μάρτυρας τῆς ἁλώσεως, χορείαν τὴν ἔνθεον,
τῆς Ἐκκλησίας τοὺς πρέσβεις, τοὺς δυνατῶς ἱκετεύοντας
Χριστὸν καταπέμψαι,
τῷ λαῷ Αὐτοῦ εἰρήνην, καὶ μέγα ἔλεος.

Χαίροις συναγωγὴ κραταιά,
καὶ Ἱερὰ καὶ τροπαιοῦχος παράταξις,
οἱ πύργοι τῆς εὐσεβείας, οἱ στρατιῶται Χριστοῦ,
οἱ στερροὶ ὁπλῖται καὶ ἀήττητοι.
Τὸν νοῦν εὐτονώτατοι, καὶ ψυχὴν ἀνδρειότατοι,
τῷ ὄντι θεῖοι, καὶ Θεῷ ποθεινότατοι,
χορὸς Ἅγιος καὶ θεόλεκτον σύστημα.
Μάρτυρες τῆς ἁλώσεως, σὺν Κωνσταντίνῳ
ἐν Βασιλίδι τῇ πόλει, στεφάνους δόξης δεξάμενοι.
Χριστὸν δυσωπεῖτε,
τῷ λαῷ Αὐτοῦ δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις τροπαιοφόρος πληθύς,
ἡ ἐν πολέμοις ἀνδρικῶς ἀριστεύσασα,
ἀστέρες οἱ διελθόντες, διὰ βασάνων πολλῶν,
καὶ τὴν οἰκουμένην καταπλήξαντες.
Οἱ γῆν οὐρανώσαντες, καὶ τὰ πάντα φωτίσαντες,
οἱ ἐν τοῖς κόλποις, Ἀβραὰμ νῦν θαλπόμενοι,
καὶ χορεύοντες, σὺν Ἀγγέλων στρατεύμασι.
Μάρτυρες τῆς ἁλώσεως, τὰ ἄνθη τὰ πνέοντα,
ὀσμὴν βεβαίας ἐλπίδος, εἰς τὴν τοῦ Γένους ἀνάστασιν.
Χριστὸν δυσωπεῖτε,
τῷ λαῷ Αὐτοῦ δοθῆναι, τὸ μέγα ἔλεος

Nessun commento:

Posta un commento

Λόγου έλλειψης χρόνου ίσως δεν απαντήσουμε στα σχόλια σας. Να ξέρετε όμως ότι είναι πάντα καλοδεχούμενα και ότι πάντα τα διαβάζουμε. Ευχαριστούμε πάρα πολύ ! Per mancanza di tempo potremmo non rispondere ai vostri commenti. Dovete però sapere che i vostri commenti sono sempre benvenuti e che vengono letti sempre. Grazie mille !