Μέγαν εύρατο εν τοις κινδύνοις, σε υπέρμαχον η οικουμένη, αθλοφόρε τα έθνη τροπούμενον. Ως ουν Λυαίου καθείλες την δύναμιν, εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως Άγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος (Απολυτίκιο Αγίου Δημητρίου)

21 maggio 2011

Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων


Σε αυτόν τον απείρου κάλλους θεολογικό διάλογο μεταξύ του Μεσσίου και της γυναικός Σαμαρείτιδος, η υμνογραφία μας προσφέρει τροπάρια βαθέων νοημάτων και υψηλής μουσικής και ακουστικής ηδονής. 

Ας δούμε μερικά. 


Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα, καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ. Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα, λέγουσα· Δεῦτε ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος. (ιδιόμελον εσπερινού)

Sant'Apollinare Nuovo, Ravenna, Italy
image credit Lessing archives
 Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος. (δοξαστικό εσπερινού)
Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον. (δοξαστικό αίνων)

Nessun commento:

Posta un commento

Λόγου έλλειψης χρόνου ίσως δεν απαντήσουμε στα σχόλια σας. Να ξέρετε όμως ότι είναι πάντα καλοδεχούμενα και ότι πάντα τα διαβάζουμε. Ευχαριστούμε πάρα πολύ ! Per mancanza di tempo potremmo non rispondere ai vostri commenti. Dovete però sapere che i vostri commenti sono sempre benvenuti e che vengono letti sempre. Grazie mille !