Μέγαν εύρατο εν τοις κινδύνοις, σε υπέρμαχον η οικουμένη, αθλοφόρε τα έθνη τροπούμενον. Ως ουν Λυαίου καθείλες την δύναμιν, εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως Άγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος (Απολυτίκιο Αγίου Δημητρίου)

07 aprile 2012

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα
(Κεφ. Θ', 9-15)
Τάδε λέγει Κύριος· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραίμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ ὑδάτων ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς. Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας τοὺς δεσμίους σου, ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ, καθήσεσθε ἐν ὀχυρώμασι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου, διπλᾶ ἀνταποδώσω σοι, διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραίμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε, ὡς ῥομφαίαν μαχητοῦ, καὶ Κύριος ἔσται ἐπ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς.


Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἡ φωνή σου ἠκούσθη Κύριε, εἰς τά, βάθη τοῦ ᾍδου· ὅθεν καὶ τὸν Λάζαρον, τετραήμερον ἤγειρας, οἱ δὲ παῖδες τῶν Ἑβραίων ἔκραζον· Ὡσαννά, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Εἰσερχομένου σου Κύριε, εἰς τὴν ἁγίαν Πόλιν, ἐπὶ πώλου καθήμενος, ἔσπευδες ἐλθεῖν ἐπὶ τὸ Πάθος, ἵνα πληρώσῃς Νόμον καὶ Προφήτας, οἱ δὲ παῖδες τῶν Ἑβραίων, τῆς Ἀναστάσεως τὴν νίκην προμηνύοντες, ὑπήντων σοι μετὰ κλάδων, καὶ βαΐων λέγοντες· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.  

(Ιδιόμελα Λιτής)

Nessun commento:

Posta un commento

Λόγου έλλειψης χρόνου ίσως δεν απαντήσουμε στα σχόλια σας. Να ξέρετε όμως ότι είναι πάντα καλοδεχούμενα και ότι πάντα τα διαβάζουμε. Ευχαριστούμε πάρα πολύ ! Per mancanza di tempo potremmo non rispondere ai vostri commenti. Dovete però sapere che i vostri commenti sono sempre benvenuti e che vengono letti sempre. Grazie mille !