Ενημέρωση από τους φίλους της ορθόδοξης ενορίας του Αγ. Δημητρίου της Μπολώνιας.
Μέγαν εύρατο εν τοις κινδύνοις, σε υπέρμαχον η οικουμένη, αθλοφόρε τα έθνη τροπούμενον. Ως ουν Λυαίου καθείλες την δύναμιν, εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως Άγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος (Απολυτίκιο Αγίου Δημητρίου)
13 aprile 2012
Πως να σε κηδεύσω Θεέ μου
Οι φωτογραφίες αυτές είναι από την σημερινή τελετή της Αποκαθήλωσης στον Ι.Ν.Αγίου Δημητρίου στην Μπολώνια.
καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν
Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.
Εὐλόγησε Κύριος τὰ ἔσχατα τοῦ Ἰὼβ μᾶλλον, ἢ τὰ ἔμπροσθεν,- Ιl Signore benedisse la nuova condizione di Giobbe più della prima
Εὐλόγησε Κύριος τὰ ἔσχατα τοῦ Ἰὼβ μᾶλλον, ἢ τὰ ἔμπροσθεν, ἦν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτά, καὶ θυγατέρες τρεῖς. Καὶ ἐκάλεσε τὴν μὲν πρώτην, Ἡμέραν, τὴν δὲ δευτέραν, Κασσίαν, τὴν δὲ τρίτην, Ἀμαλθαίας κέρας. Καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰώβ, βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν, ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. Ἔζησε δὲ Ἰώβ, μετὰ τὴν πληγήν, ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα. Καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν, καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος, καὶ πλήρης ἡμερῶν. Γέγραπται δέ· αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν ὁ Κύριος ἀνίστησιν. Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας, καὶ Ἀραβίας· προϋπῆρχε δὲ αὐτῷ ὄνομα, Ἰωβάβ· λαβὼν δὲ γυναίκα Ἀράβισσαν, γεννᾷ υἱόν, ᾧ ὄνομα Ἑνών. Ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρέ, ἐκ τῶνἩσαῦ υἱῶν υἱός, μητρὸς δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ. (Ιωβ 42,12-17)
Ιl Signore benedisse la nuova condizione di Giobbe più della prima ed egli possedette quattordicimila pecore e seimila cammelli, mille paia di buoi e mille asine.Ebbe anche sette figli e tre figlie. A una mise nome Colomba, alla seconda Cassia e alla terza Fiala di stibio. In tutta la terra non si trovarono donne così belle come le figlie di Giobbe e il loro padre le mise a parte dell'eredità insieme con i loro fratelli.
Dopo tutto questo, Giobbe visse ancora centoquarant'anni e vide figli e nipoti di quattro generazioni. Poi Giobbe morì, vecchio e sazio di giorni. (Giobbe 42,1-12)
12 aprile 2012
Kαὶ Ἰησοῦς δικάζεται, καὶ κατακρίνεται σταυρῷ, καὶ πάσχει ἡ Κτίσις, ἐν σταυρῷ καθορῶσα τὸν Κύριον
Ἤδη βάπτεται κάλαμος ἀποφάσεως, παρὰ κριτῶν ἀδίκων, καὶ Ἰησοῦς δικάζεται, καὶ κατακρίνεται σταυρῷ, καὶ πάσχει ἡ Κτίσις, ἐν σταυρῷ καθορῶσα τὸν Κύριον. Ἀλλ' ὁ φύσει σώματος δι' ἐμὲ πάσχων, ἀγαθὲ Κύριε δόξα σοι.
ἐν μέσῳ δὲ τῶν συμφωνούντων, αὐτὸς εἱστήκεις ἀοράτως συμφωνούμενος
Ἔδραμε λέγων ὁ Ἰούδας, τοῖς παρανόμοις γραμματεῦσι. Τί μοι θέλετε δοῦναι, κᾀγὼ ὑμῖν παραδώσω αὐτόν, ἐν μέσῳ δὲ τῶν συμφωνούντων, αὐτὸς εἱστήκεις ἀοράτως συμφωνούμενος. Καρδιογνώστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.
Διαβάστε εδώ ένα όμορφο αρθρο για τον Ιούδα στην υμνολογία της Μ.Εβδομάδος:
http://vatopaidi.wordpress.com
ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾍδου ἰδόντές σε, ἔπτηξαν; -Ti sono state indicate le porte della morte e hai visto le porte dell'ombra funerea?
Εἶπε Κύριος τῷ Ἰώβ, διὰ λαίλαπος καὶ νεφῶν· Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν. Ζῶσαι, ὥσπερ ἀνήρ, τήν, ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; ἐπί, τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τίς δὲ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες Ἄγγελοί μου, ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη, ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα, ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. Εἶπον δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. Ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; Ἢ σύ, λαβών πηλόν, ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾍδου ἰδόντές σε, ἔπτηξαν; νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν. Ἀνάγγειλον δέ μοι· πόση τίς ἐστι; ποία δὲ γῆ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος τόπος; Εἰ ἀγάγοις μὲ εἰς ὅρια αὐτῶν, εἰ καὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα ὅτι τότε γεγένησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; Ὑπολαβὼν δὲ Ἰὼβ τῷ Κυρίῳ λέγει· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην; Ἄκουσον δέ μου, Κύριε, ἵνα κᾀγὼ λαλήσω, ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον, ἀκοὴν μὲν ὠτός, ἤκουόν σου τὸ πρότερον, νυνὶ δέ, ὁ ὀφθαλμός μου, ἑώρακέ σε. (Ιωβ 38,1-21 και 42,1-5)
Signore rispose a Giobbe di mezzo al turbine:
Chi è costui che oscura il consiglio
con parole insipienti?
Cingiti i fianchi come un prode,
io t'interrogherò e tu mi istruirai.
Dov'eri tu quand'io ponevo le fondamenta della terra?
Dillo, se hai tanta intelligenza!
Chi ha fissato le sue dimensioni, se lo sai,
o chi ha teso su di essa la misura?
Dove sono fissate le sue basi
o chi ha posto la sua pietra angolare,
mentre gioivano in coro le stelle del mattino
e plaudivano tutti i figli di Dio?
Chi ha chiuso tra due porte il mare,
quando erompeva uscendo dal seno materno,
quando lo circondavo di nubi per veste
e per fasce di caligine folta?
Poi gli ho fissato un limite
e gli ho messo chiavistello e porte
e ho detto: «Fin qui giungerai e non oltre
e qui s'infrangerà l'orgoglio delle tue onde».
Da quando vivi, hai mai comandato al mattino
e assegnato il posto all'aurora,
perché essa afferri i lembi della terra
e ne scuota i malvagi?
Si trasforma come creta da sigillo
e si colora come un vestito.
E' sottratta ai malvagi la loro luce
ed è spezzato il braccio che si alza a colpire.
Sei mai giunto alle sorgenti del mare
e nel fondo dell'abisso hai tu passeggiato?
Ti sono state indicate le porte della morte
e hai visto le porte dell'ombra funerea?
Hai tu considerato le distese della terra?
Dillo, se sai tutto questo!
Per quale via si va dove abita la luce
e dove hanno dimora le tenebre
perché tu le conduca al loro dominio
o almeno tu sappia avviarle verso la loro casa?
Certo, tu lo sai, perché allora eri nato
e il numero dei tuoi giorni è assai grande!
con parole insipienti?
Cingiti i fianchi come un prode,
io t'interrogherò e tu mi istruirai.
Dov'eri tu quand'io ponevo le fondamenta della terra?
Dillo, se hai tanta intelligenza!
Chi ha fissato le sue dimensioni, se lo sai,
o chi ha teso su di essa la misura?
Dove sono fissate le sue basi
o chi ha posto la sua pietra angolare,
mentre gioivano in coro le stelle del mattino
e plaudivano tutti i figli di Dio?
Chi ha chiuso tra due porte il mare,
quando erompeva uscendo dal seno materno,
quando lo circondavo di nubi per veste
e per fasce di caligine folta?
Poi gli ho fissato un limite
e gli ho messo chiavistello e porte
e ho detto: «Fin qui giungerai e non oltre
e qui s'infrangerà l'orgoglio delle tue onde».
Da quando vivi, hai mai comandato al mattino
e assegnato il posto all'aurora,
perché essa afferri i lembi della terra
e ne scuota i malvagi?
Si trasforma come creta da sigillo
e si colora come un vestito.
E' sottratta ai malvagi la loro luce
ed è spezzato il braccio che si alza a colpire.
Sei mai giunto alle sorgenti del mare
e nel fondo dell'abisso hai tu passeggiato?
Ti sono state indicate le porte della morte
e hai visto le porte dell'ombra funerea?
Hai tu considerato le distese della terra?
Dillo, se sai tutto questo!
Per quale via si va dove abita la luce
e dove hanno dimora le tenebre
perché tu le conduca al loro dominio
o almeno tu sappia avviarle verso la loro casa?
Certo, tu lo sai, perché allora eri nato
e il numero dei tuoi giorni è assai grande!
Comprendo che puoi tutto
e che nessuna cosa è impossibile per te.
Chi è colui che, senza aver scienza,
può oscurare il tuo consiglio?
Ho esposto dunque senza discernimento
cose troppo superiori a me, che io non comprendo.
«Ascoltami e io parlerò,
io t'interrogherò e tu istruiscimi».
Io ti conoscevo per sentito dire,
ma ora i miei occhi ti vedono.
e che nessuna cosa è impossibile per te.
Chi è colui che, senza aver scienza,
può oscurare il tuo consiglio?
Ho esposto dunque senza discernimento
cose troppo superiori a me, che io non comprendo.
«Ascoltami e io parlerò,
io t'interrogherò e tu istruiscimi».
Io ti conoscevo per sentito dire,
ma ora i miei occhi ti vedono.
11 aprile 2012
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.
Ὃν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.
(Δοξαστικόν Αίνων Όρθρου Μ.Πέμπτης)
Τι γιορτάζουμε την Μεγάλη Πέμπτη;
Οι πάντα καλώς διεταξάμενοι Πατέρες μας παραδόσαν να γιορτάζουμε 4 σημαντικά γεγονότα:
1. Τόν ιερό Νιπτήρα
Νίπτει Μαθητῶν ἑσπέρας Θεὸς πόδας,
Οὗ ποῦς πατῶν ἦν εἰς Ἐδὲμ δείλης πάλαι.
2. Τον Μυστικό Δείπνο
Διπλοῦς ὁ Δεῖπνος· Πάσχα γὰρ νόμου φέρει,
Καὶ Πάσχα καινόν, Αἷμα. Σῶμα Δεσπότου.
3.Την Υπερφυά Προσευχή
Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί·
Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ.
Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.
...πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα μου πορεύομαι, καὶ ὅ,τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.
...καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένει μεθ' ὑμῶν εἰς τὸν αἰῶνα,
ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
(Σταχυολογηματα απο το 14ο κεφ. του κατά Ιωάννην Ευαγγελίου)
Iνα τί, ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ καλὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσωμεν;-Tu parli da donna insensata! Abbiamo accettato il bene dalla mano di Dio, e rifiuteremmo d’accettare il male?
Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ Ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐναντίον τοῦ Κυρίου, καὶ ὁ Διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, παραστῆναι ἐναντίον τοῦ Κυρίου. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· Πόθεν σὺ ἔρχῃ; εἶπε δὲ ὁ Διάβολος ἐναντίον Κυρίου. Διαπορευθεὶς τὴν ὑπ' οὐρανόν, καὶ ἐμπεριπατήσας τὴν σύμπασαν, πάρειμι. Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Διάβολον· Προσέσχες τὸν θεράποντά μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτόν, τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ὅμοιος αὐτῷ, ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας, σὺ δὲ εἶπας, τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι. Ὑπολαβὼν δὲ ὁ Διάβολος, εἶπε τῷ Κυρίῳ· Δέρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει, οὐ μὴν δέ, ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ, καὶ τῶν σαρκῶν αὐτοῦ, ἢ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Εἶπε δὲ ὁ Κύριος τῷ Διαβόλω· Ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. Καὶ ἐξῆλθεν ὁ Διάβολος ἀπὸ προσώπου Κυρίου, καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἐως κεφαλῆς. Καὶ ἔλαβεν ἑαυτῷ ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας, ἔξω τῆς πόλεως. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσει λέγων. Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων, σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι, διανυκτερεύων αἴθριος, κᾀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη, καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου, καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν, ἀλλὰ εἶπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ, εἶπεν· Ἵνα τί, ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ καλὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσωμεν; Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ, οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ. (Ιωβ 2,1-10)
Or accadde un giorno, che i figliuoli di Dio vennero a presentarsi davanti all’Eterno, e Satana venne anch’egli in mezzo a loro a presentarsi davanti all’Eterno.
E l’Eterno disse a Satana: ‘Donde vieni?’ E Satana rispose all’Eterno: ‘Dal percorrere la terra e dal passeggiare per essa’. E l’Eterno disse a Satana:
‘Hai tu notato il mio servo Giobbe? Non ce n’è un altro sulla terra che come lui sia integro, retto, tema Iddio e fugga il male. Egli si mantiene saldo nella sua integrità benché tu m’abbia incitato contro di lui per rovinarlo senza alcun motivo’.
E Satana rispose all’Eterno: ‘Pelle per pelle! L’uomo dà tutto quel che possiede per la sua vita;
ma stendi un po’ la tua mano, toccagli le ossa e la carne, e vedrai se non ti rinnega in faccia’.
E l’Eterno disse a Satana: ‘Ebbene esso è in tuo potere; soltanto rispetta la sua vita’.
E Satana si ritirò dalla presenza dell’Eterno e colpì Giobbe d’un’ulcera maligna dalla pianta de’ piedi al sommo del capo; e Giobbe prese un còccio per grattarsi, e stava seduto nella cenere.
E sua moglie gli disse: ‘Ancora stai saldo nella tua integrità?
Ma lascia stare Iddio, e muori!’
E Giobbe a lei: ‘Tu parli da donna insensata! Abbiamo accettato il bene dalla mano di Dio, e rifiuteremmo d’accettare il male?’ - In tutto questo Giobbe non peccò con le sue labbra.(Giobbe 2,1-10)
10 aprile 2012
Προσῆλθε Γυνὴ δυσώδης καὶ βεβορβορωμένη, δάκρυα προχέουσα ποσί σου Σωτήρ, τὸ Πάθος καταγγέλλουσα. Πῶς ἀτενίσω σοι τῷ Δεσπότῃ; αὐτὸς γὰρ ἐλήλυθας, σῶσαι πόρνην, ἐκ βυθοῦ θανοῦσάν με ἀνάστησον, ὁ τὸν Λάζαρον ἐγείρας, ἐκ τάφου τετραήμερον, δέξαι μὲ τὴν τάλαιναν, Κύριε καὶ σῶσόν με.
Θυμάμαι από μικρό παιδί κάθε Μεγάλη Τρίτη βράδυ οι εκκλησίες "γέμιζαν" από κόσμο γιά νά ακούσουν την Κασσιανή. Έτσι κι εγώ εχω ακούσει διάφορες παραλλαγές του υπέροχου αυτού τροπαρίου αλλά λίγοι ήταν οι Ψάλτες που την απέδιδαν σε τέλειο Βυζαντινό υφος. Δυστυχώς έχω ακούσει πολλές μα πάρα πολλές εκδυτικίζουσες εκτελέσεις του υπέροχου αυτού Δοξαστικού των αποστίχων του Όρθρου της Μεγάλης Τετάρτης.
Για αυτό προτείνω να ακούσετε τον ένα τον μοναδικό τον ανεπανάληπτο μεγάλο Δάσκαλο Θρασύβουλο Στανίτσα.
Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα Γυνή, τὴν σὴν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νύξ μοι, ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ· κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει· καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν, τοῖς τῆς κεφαλῆς μου βοστρύχοις, ὧν ἐν τῷ Παραδείσῳ Εὔα τὸ δειλινόν, κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη. Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους, τίς ἐξιχνιάσει ψυχοσῶστα Σωτήρ μου; Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
Iscriviti a:
Post (Atom)





















