Μέγαν εύρατο εν τοις κινδύνοις, σε υπέρμαχον η οικουμένη, αθλοφόρε τα έθνη τροπούμενον. Ως ουν Λυαίου καθείλες την δύναμιν, εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως Άγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος (Απολυτίκιο Αγίου Δημητρίου)

10 aprile 2012

Ἐν ἀγχόνη κὰν τέθνηκας Πατριάρχα, ὁμως γε ἀεὶ ζῆς ἐν Ἐδὲμ τῇ θείᾳ. Τῇ δεκάτῃ Πατριάρχης θῦμα γέγον’ οὕνεκα Ἔθνους.


Αν και βρισκόμαστε μέσα στην Μεγάλη Εβδομάδα, και το κατανυκτικό κλίμα δεν επιτρέπει "υπεκφυγές" προς τα έξω, παρόλα αυτά δεν μπορούμε να αντισταθούμε ενθυμούμενοι την μνήμη του Εθνομάρτυρος Πατριάρχου Κων/νουπόλεως Γρηγορίου του Ε΄.

Μπορείτε να διαβάσετε ένα σύντομο βιογραφικό του πηγαίνοντας στο παρακάτω link:

http://agioritikesmnimes.blogspot.it/2012/04/1076-1821.html


Τὴν τῶν προγόνων ἐκποθῶν δόξα, ὁ Πατριάρχης ἀναλαβεῖν τὸ Ἔθνος τὸ τῆς Ἑλλάδος, ἐν τῇ ἀγχόνῃ άρνατηθήναι ὑπέμεινεν, ὑπὸ γένους ἀσεβοῦς, ἀθῶος ὡς ἐνοχος. Τοῦτον οὗν ὁ εὐσεβείας κλάδος Αὐτοκράτωρ δεξάμενος, ἐπαξίως ἐνταφιάζει ἐν πόλει τῆς Ὀδέσσης. Ὅθεν εἱ δι’ αὐτοῦ λυτρωθέντες Ἕλληνες ὑπὸ τοῦ σκληροῦ ζυγοῦ, καὶ σήμερον πάντες ἐν τῇ ἑορτῇ αὺτοῦ συναθροισθέντες, ἄσμασι θείοις, λαμπρῶς ἑορτάσωμεν.

Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τούς αἰῶνας.«Nudo uscii dal seno di mia madre, e nudo vi ritornerò. Il Signore ha dato, il Signore ha tolto, sia benedetto il nome del Signore!».

Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰώβ, καὶ αἱ θυγατέρες αὐτοῦ, ἤσθιον καὶ ἔπινον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. Καὶ ἰδοὺ ἄγγελος ἦλθε πρός Ἰώβ, καὶ εἶπεν αὐτῷ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν, καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες, ᾐχμαλώτευσαν αὐτάς, καὶ τούς παῖδας ἀπέκτειναν ἐν στόματι μαχαίρας, σωθεὶς δὲ ἐγὼ μόνος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰώβ, καὶ εἶπε· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέκαυσεν ὁμοίως, καὶ σωθεὶς ἐγὼ μόνος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰώβ, καὶ λέγει αὐτῷ· Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν ἀρχὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ἠχμαλώτευσαν αὐτάς, καὶ τούς παῖδας ἀπέκτειναν ἐν μαχαίραις, ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται πρὸς Ἰώβ, λέγων· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ υἱῷ σου, τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἦλθεν ἀπὸ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν, καὶ ἐσώθην ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Οὕτως ἀκούσας Ἰώβ, ἀναστὰς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ, καὶ εἶπεν· Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τούς αἰῶνας. Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ, οὐδὲν ἥμαρτεν Ἰὼβ ἔναντι Κυρίου, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ, καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.  (Ιωβ 1,13-22) 

Ora accadde che un giorno, mentre i suoi figli e le sue figlie stavano mangiando e bevendo in casa del fratello maggiore, un messaggero venne da Giobbe e gli disse: «I buoi stavano arando e le asine pascolando vicino ad essi,quando i Sabei sono piombati su di essi e li hanno predati e hanno passato a fil di spada i guardiani. Sono scampato io solo che ti racconto questo».
Mentr'egli ancora parlava, entrò un altro e disse: «Un fuoco divino è caduto dal cielo: si è attaccato alle pecore e ai guardiani e li ha divorati. Sono scampato io solo che ti racconto questo».
Mentr'egli ancora parlava, entrò un altro e disse: «I Caldei hanno formato tre bande: si sono gettati sopra i cammelli e li hanno presi e hanno passato a fil di spada i guardiani. Sono scampato io solo che ti racconto questo».
Mentr'egli ancora parlava, entrò un altro e disse: «I tuoi figli e le tue figlie stavano mangiando e bevendo in casa del loro fratello maggiore, quand'ecco un vento impetuoso si è scatenato da oltre il deserto: ha investito i quattro lati della casa, che è rovinata sui giovani e sono morti. Sono scampato io solo che ti racconto questo».
Allora Giobbe si alzò e si stracciò le vesti, si rase il capo, cadde a terra, si prostrò ]e disse:
«Nudo uscii dal seno di mia madre,
e nudo vi ritornerò.
Il Signore ha dato, il Signore ha tolto,
sia benedetto il nome del Signore!».
In tutto questo Giobbe non peccò e non attribuì a Dio nulla di ingiusto.(Giobbe 1,12-22)

09 aprile 2012

Τὶ ῥαθυμεῖς ἀθλία ψυχή μου; τί φαντάζῃ ἀκαίρως μερίμνας ἀφελεῖς;

 
Τὶ ῥαθυμεῖς ἀθλία ψυχή μου; τί φαντάζῃ ἀκαίρως μερίμνας ἀφελεῖς; τί ἀσχολεῖς πρὸς τὰ ῥέοντα; ἐσχάτη ὥρα ἐστὶν ἀπ΄ ἄρτι, καὶ χωρίζεσθαι μέλλομεν τῶν ἐνταῦθα, ἕως καιρὸν κεκτημένη, ἀνάνηψον κράζουσα· Ἡμάρτηκά σοι Σωτήρ μου, μὴ ἐκκόψῃς με, ὥσπερ τὴν ἄκαρπον συκῆν, ἀλλ' ὡς εὔσπλαγχνος Χριστέ, κατοικτείρησον, φόβῳ κραυγάζουσαν· Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.


Ἰδού σοι τὸ τάλαντον, ὁ Δεσπότης ἐμπιστεύει ψυχή μου, φόβῳ δέξαι τὸ χάρισμα, δάνεισαι τῷ δεδωκότι, διάδος πτωχοῖς, καὶ κτῆσαι φίλον τὸν Κύριον, ἵνα στῇς ἐκ δεξιῶν αὐτοῦ, ὅταν ἔλθῃ ἐν δόξῃ, καὶ ἀκούσῃς μακαρίας φωνῆς. Εἴσελθε δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα, διὰ τὸ μέγα σου ἔλεος.

Ανθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής,ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. - Uomo integro e retto, teme Dio ed è alieno dal male

Ιώβ - Giobbe
Ἀνθρωπός τις ἦν ἐν τῇ χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτά, καὶ θυγατέρες τρεῖς, καὶ ἦν τὰ κτήνη αὐτοῦ, πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν. Συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν καὶ πίνειν μετ΄ αὐτῶν. Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰώβ, καὶ ἐκαθάριζεν αὐτους ἀνιστάμενος τὸ πρωΐ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν. Ἔλεγε γὰρ Ἰώβ· Μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν Θεόν. Οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας. Καὶ ἐγένετο ὡς ἡμέρα αὕτη, καὶ ἰδού, ἦλθον οἱ Ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι τοῦ Κυρίου, καὶ ὁ Διάβολος ἦλθε μετ' αὐτῶν. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ Διάβολος τῷ Κυρίῳ εἶπε· Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανόν, πάρειμι. Καὶ εἶπεν αὐτῷ ὁ Κύριος· Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Ἀπεκρίθη ὁ Διάβολος καὶ εἶπεν ἐναντίον Κυρίου· Μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν, οὐχὶ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ, καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ, καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων, ὧν ἔχει, ἢ μὴν εἰς πρόσωπόν σου εὐλογήσει σε. Τότε εἶπεν ὁ Κύριος τῷ Διαβόλω· Ἰδού, πάντα ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ. Καὶ ἐξῆλθεν ὁ Διάβολος ἀπὸ προσώπου Κυρίου.(Iωβ 1,1-12)

C'era nella terra di Uz un uomo chiamato Giobbe: uomo integro e retto, temeva Dio ed era alieno dal male.    Gli erano nati sette figli e tre figlie;    possedeva settemila pecore e tremila cammelli, cinquecento paia di buoi e cinquecento asine, e molto numerosa era la sua servitù. Quest'uomo era il più grande fra tutti i figli d'oriente.

Ora i suoi figli solevano andare a fare banchetti in casa di uno di loro, ciascuno nel suo giorno, e mandavano a invitare anche le loro tre sorelle per mangiare e bere insieme.  Quando avevano compiuto il turno dei giorni del banchetto, Giobbe li mandava a chiamare per purificarli; si alzava di buon mattino e offriva olocausti secondo il numero di tutti loro. Giobbe infatti pensava: «Forse i miei figli hanno peccato e hanno offeso Dio nel loro cuore». Così faceva Giobbe ogni volta.

Un giorno, i figli di Dio andarono a presentarsi davanti al Signore e anche satana andò in mezzo a loro.    Il Signore chiese a satana: «Da dove vieni?». Satana rispose al Signore: «Da un giro sulla terra, che ho percorsa».    Il Signore disse a satana: «Hai posto attenzione al mio servo Giobbe? Nessuno è come lui sulla terra: uomo integro e retto, teme Dio ed è alieno dal male».   Satana rispose al Signore e disse: «Forse che Giobbe teme Dio per nulla?    Non hai forse messo una siepe intorno a lui e alla sua casa e a tutto quanto è suo? Tu hai benedetto il lavoro delle sue mani e il suo bestiame abbonda di terra.   Ma stendi un poco la mano e tocca quanto ha e vedrai come ti benedirà in faccia!».  Il Signore disse a satana: «Ecco, quanto possiede è in tuo potere, ma non stender la mano su di lui». Satana si allontanò dal Signore.(Giobbe 1,1)

08 aprile 2012

Τον Νυμφίον αδελφοί αγαπήσωμεν......


Κύριε, ἐρχόμενος πρὸς τὸ Πάθος, τοὺς ἰδίους στηρίζων Μαθητὰς ἔλεγες, κατ΄ ἰδίαν παραλαβὼν αὐτούς. Πῶς τῶν ῥημάτων μου ἀμνημονεῖτε, ὧν πάλαι εἶπον ὑμῖν, ὅτι Προφήτην πάντα οὐ γέγραπται εἰ μὴ ἐν Ἱερουσαλὴμ ἀποκτανθῆναι; Νῦν οὖν καιρὸς ἐφέστηκεν, ὃν εἶπον ὑμῖν· ἰδοὺ γὰρ παραδίδομαι, ἁμαρτωλῶν χερσὶν ἐμπαιχθῆναι, οἳ καὶ σταυρῷ με προσπήξαντες, ταφῇ παραδόντες, ἐβδελυγμένον λογιοῦνται ὡς νεκρόν· ὅμως θαρσεῖτε· τριήμερος γὰρ ἐγείρομαι εἰς ἀγαλλίασιν πιστῶν καὶ ζωήν τὴν αἰώνιον.


«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».


 Σώφρων Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη,
Καὶ σιτοδότης, ὧ καλῶν θημωνία!


Τὴν Συναγωγήν, συκῆν Χριστός, Ἑβραίων,
Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων,
Ἀρᾷ ξηραίνει, ἧς φύγωμεν τὸ πάθος.

07 aprile 2012

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα
(Κεφ. Θ', 9-15)
Τάδε λέγει Κύριος· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραίμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ ὑδάτων ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς. Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας τοὺς δεσμίους σου, ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ, καθήσεσθε ἐν ὀχυρώμασι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου, διπλᾶ ἀνταποδώσω σοι, διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραίμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε, ὡς ῥομφαίαν μαχητοῦ, καὶ Κύριος ἔσται ἐπ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς.


Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἡ φωνή σου ἠκούσθη Κύριε, εἰς τά, βάθη τοῦ ᾍδου· ὅθεν καὶ τὸν Λάζαρον, τετραήμερον ἤγειρας, οἱ δὲ παῖδες τῶν Ἑβραίων ἔκραζον· Ὡσαννά, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Εἰσερχομένου σου Κύριε, εἰς τὴν ἁγίαν Πόλιν, ἐπὶ πώλου καθήμενος, ἔσπευδες ἐλθεῖν ἐπὶ τὸ Πάθος, ἵνα πληρώσῃς Νόμον καὶ Προφήτας, οἱ δὲ παῖδες τῶν Ἑβραίων, τῆς Ἀναστάσεως τὴν νίκην προμηνύοντες, ὑπήντων σοι μετὰ κλάδων, καὶ βαΐων λέγοντες· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.  

(Ιδιόμελα Λιτής)

Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας. Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.


Μάρθα τῇ Μαρίᾳ ἐβόα· ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε. Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε· πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε· Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.
Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ· Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ ᾍδου καλέσας τὸν Λάζαρον, κᾀμὲ φιλάνθρωπε, νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθής ἐξανάστησον, δέομαι.

05 aprile 2012

Δως μου Κύριε ανάπαυση...η ζωή είναι τόσο σύντομη! - Dammi pace o Signore....la vita dura cosi poco!


...........5 γνρισν μοι, Κριε, τπρας μου κατν ριθμν τν μερν μου, τς στιν, ἵνα γντί ὑστερῶ ἐγώ. 6δο παλαιστς θου τς μρας μου, καὶ ἡ ὑπστασς μου σεοθν νπιν σου· πλν τσμπαντα ματαιτης, πς νθρωπος ζν. (διψαλμα). 7 μντοιγε ν εκνι διαπορεεται νθρωπος, πλν μτην ταρσσεται· θησαυρζει καογινσκει τνι συνξει ατά. 8 κανν τς ἡ ὑπομονμου; οχὶ ὁ Κριος; καὶ ἡ ὑπστασς μου παρσοί ἐστιν............ 

5. Φανέρωσε μου Κύριε το τέλος μου και πόσες θα είναι οι μέρες της ζωής μου, ώστε να ξέρω πόσο είμαι φθαρτός.
6. Τι λίγο που έκανες να διαρκεί η ζωή μου; Μπροστά σου η ύπαρξη μου ένα τίποτα. Και αγέρα φύσημα η στερεότητα του ανθρώπου
7. Και  να, σαν την σκιά ο άνθρωπος πορεύεται. Άνεμος είναι ο πλούτος που σωρεύει, χωρίς να ξέρει ποιός θα τον συνάξει.
8. Και τώρα τι προσμένω Κύριε; Σε Σένα την ελπίδα μου στηρίζω.

 (από τον ψαλμό 38ο)

5 «Fammi conoscere, Signore, la mia fine,
quale sia la misura dei miei giorni,
e saprò quanto fragile io sono».
6 Ecco, di pochi palmi hai fatto i miei giorni,
è un nulla per te la durata della mia vita.
Sì, è solo un soffio ogni uomo che vive.
7 Sì, è come un’ombra l’uomo che passa.
Sì, come un soffio si affanna,
accumula e non sa chi raccolga.
8 Ora, che potrei attendere, Signore?
È in te la mia speranza.

Πρόγραμμα Ιερών Ακολουθιών της Αγ.Μεγάλης Εβδομάδος 2012 στην Ενορία του Αγ.Δημητρίου Μπολώνιας - Programma dei SS.Uffici della Settimana Santa 2012

Ιερά Μητρόπολις Ιταλίας και Μελίτης
ΕΛΛΗΝΙΚΗ ΟΡΘΟΔΟΞΗ ΕΝΟΡΙΑ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ
Via de Griffoni 3, 40123 Bologna – Tel. & Fax: (0039).051.271094 – www.sandemetriobo.it

προγραμμα ιερων ακολουθιων  αγιας και μεγαλης εβδομαδας  2012

08. 4 .2012 ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ
Μεσονυκτικό. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 9:00
 Όρθρος της  Εορτής. . . . .  . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .  . . 9:15
Θεία Λειτουργία  Αγίου Ιωάννου του Χρυσοστόμου. . . . . . . . . . . . . . . . . . 10:30
Ακολουθία του Νυμφίου. . . .. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .19:30
09. 4. 2012 ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΔΕΥΤΕΡΑ (Ιωσήφ του Παγκάλου)
Ωρες και Εσπερινός. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .9:00 
Ακολουθία του Νυμφίου. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .. . . .19:30
10. 4. 2012 ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΡΙΤΗ  (Των Δέκα Παρθένων)
Ώρες και Εσπερινός. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .9:00 
Ακολουθία του Νυμφίου. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 19:30
11. 4. 2012 ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ (Της  Αλειψάσης τον Κύριο μύρα)
Ώρες και Εσπερινός. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .9:00 
Ακολουθία του Νυμφίου. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .. . . .19:00
Ακολουθία του Ευχελαίου. . . . . . . . . . μετά το πέρας της  Ακολουθίας του Νυμφίου
12. 4. 2012 ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ (Ο Μυστικός Δείπνος)
 Εσπερινός μετά της Θείας Λειτουργίας του Μεγάλου Βασιλείου. . . . . . . . . 9:30 
Ακολουθία των Αγίων Παθών. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .  19:00
Στολισμός του Κουβουκλίου του Επιταφίου.
13. 4. 2012 ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ (Τα  Άγια Πάθη)
Μεγάλαι και Βασιλικαί  Ωραι. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 10:00 
Εσπερινός της Αποκαθηλώσεως. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .11:45 
Όρθρος Μεγάλου Σαββάτου ( Επιτάφιος). . . . . . . . . . . . . . . . . . . . . . . . . . .19:00 
Έξοδος και Λιτανεία του  Επιταφίου. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 21:00
Επιστροφή στον Ναό. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 22:00
14. 4. 2012 ΑΓΙΟΝ ΚΑΙ ΜΕΓΑ ΣΑΒΒΑΤΟΝ
( Η εις ΄Αδου Κάθοδος του Κυρίου)
Εσπερινός μετά της Θείας Λειτουργίας του Μεγάλου Βασιλείου. . . . . . . . . 9:30 

15. 4. 2012 ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ
( Η Ανάστασις του Κυρίου)
Πανυχίδα - Μεσονυκτικό της Αναστάσεως (Σάββατο 14. 4.) . . . . . . . . . . . 23:00
Έξοδος και Λιτανεία Αναστάσεως (έμπροσθεν του Ναού).. . . . . . . . . . . . . 22:45
Τελετή Αναστάσεως . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 00:00 
Επιστροφή και Πασχάλιος Θεία Λειτουργία Ιωάννου του Χρυσοστόμου.

sacra arcidiocesi ortodossa d’ italia e malta
parrocchia greco ortodossa di san demetrio
Via de Griffoni 3, 40123 Bologna – Tel. & Fax: (0039).051.271094 – Http.: www.sandemetriobo.it

programma dei ss. uffici della settimana santa 2012

 08. 4. 2012 DOMENICA DELLE PALME

Ufficio di Mezzanotte. . . . . . . . . . . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . . . . . . 9:00

Ufficio del Mattutino . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 9: 15
Divina Liturgia di San Giovanni Crisostomo . . . . . . . . . . . . . . . . . . . . . . . .10: 30
Ufficio dello Sposo . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 19: 30
09. 4. 2012 LUNEDÌ  SANTO (Giuseppe   l’Ottimo)

Ore Canoniche e Vespri. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .9:00

Ufficio dello Sposo . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 19: 30

10. 4. 2012 MARTEDÌ  SANTO ( Delle Dieci Vergini)

Ore Canoniche e  Vespri. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .9:00

Ufficio dello Sposo . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 19: 30
11. 4. 2012 MERCOLEDÌ  SANTO (La Maddalena)

Ore Canoniche e  Vespri. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .9:00

Ufficio dello Sposo . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .19:00
Successivamente comincia l’Ufficio del Sacramento dell’ Olio Santo.
 12. 4. 2012 GIOVEDÌ  SANTO (La Ultima Cena)
Vespro con la Divina Liturgia di San Basilio Grande . . . . . . . . . . . . . . . . . . 9: 30
Ufficio della Santa Passione . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .19: 00
Preparazione dell’Epitafios.
13. 4. 2012 VENERDÌ  SANTO (La Santa Passione)
Ufficio delle Grandi e Reali Ore . . . . . . . . . . . . . . . ..  . . . . . . . . . . . . . . . . . . 10:00
Grande Vespro della Deposizione . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 11:45
Ufficio del Mattutino del Sabato Santo (Epitafios). . . . . . .. .. . . . . . . . . . . . . 19:00
Litania dell’ Epitafios . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .. . . . . . . . . . . . . . . 21:00

Ritorno alla Chiesa. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 22:00

14. 4. 2012 SABATO SANTO (La Discesa agli Inferi)
Vespro con la Divina Liturgia di San Basilio Grande . . . . . . . . . . . . . . . . . . 9: 30
15. 4. 2012  S. PASQUA ( La Resurrezione del Signore)
Panichida e Ufficio della Mezzanotte (Sabato 14. 4.). . . . . . . . . .. .  . . . . . . .22:30
Litania della Resurrezione . . . . . . . . . . .. . .  . .. .  ..  . .. .  . ..  . . . . . . . . . . . . .23:45
Ufficio della Resurrezione (davanti alla Chiesa) .  . . . . . . . . . . . . . . . . . . . . 00:00
Ritorno alla chiesa e Divina Liturgia Pasquale di San Giovanni Crisostomo.