Μέγαν εύρατο εν τοις κινδύνοις, σε υπέρμαχον η οικουμένη, αθλοφόρε τα έθνη τροπούμενον. Ως ουν Λυαίου καθείλες την δύναμιν, εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως Άγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος (Απολυτίκιο Αγίου Δημητρίου)

16 novembre 2013

Ὁ Γεννάδιος εὗρε τὴν Ἐδὲμ στέφος, Φανεὶς νοητὴν πρὸς παλαίστραν γεννάδας.



Ευχόμαστε το εις Πολλά έτη Δέσποτα στον Σεβασμιώτατο Μητροπολίτη μας κ.κ. Γεννάδιο επί τη ευκαιρία των ονομαστηρίων αυτού.
Al nostro Mitropolita Gennadios vogliamo estendere i nostri più sinceri auguri con l'occasione del Suo onomastico.
 Σύντομη βιογραφία του Αγίου Γενναδίου

Οὗτος ἢν διαλαμπῶν κατὰ τὸν πέμπτον αἰῶνα, βίῳ σεμνῷ καὶ ὡς εἰπεῖν ἀγγελικῷ ἐμπρέπων, καὶ λόγῳ καὶ ἀράξει καὶ βαθεία ταπεινοφροσύνῃ κοσμούμενος. Πρεσβύτερος ὧν τῆς ἐν Κωνσταντινουπόλῃ ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας. Διεδέξατο τὸν ἱερὸν Ἀνατόλιον, ἐκδημήσαντα τῶν τῄδε ἐν ἔτει υνη΄, καὶ μέγας καὶ θαυμαστὸς ὤφθη Πατριάρχης. Εὐαγγελικῶς ποιμάνας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐν Ἀποστολικῷ ζήλῳ, καὶ πάσῃ ἀρετῇ. Πλήρης ὢν θείου Πνεύματος, θαυμάτων πεπλούτηκεν ἐνέργειαν, διὸ καὶ ἐξήρανε τὴν χεῖρα καὶ αὔθις ἰάσατο, τοῦ τολμήσαντος γράψαι ἐν εἰκόνι τήν του Κυρίου ἰδέαν ἐν σχήματι Διός· τὸν ἀτάκτως πορευόμενον, καὶ μὴ θέλοντα ἐπαναστρέψαι εἰς ἑαυτόν, ἐν τῷ ναῷ τοῦ ἁγίου Ἐλευθερίου ἱερέα, δεηθεὶς τοῦ Ἱερομάρτυρος, θανάτῳ παρέδωκεν· ἐν νυκτί τινι προσευχόμενος ἔνδον τοῦ θυσιαστηρίου, ἑώρακε δαιμόνιον φάσμα, ταραχὰς ἐπαπειλοῦν τῇ Ἐκκλησίᾳ, ὅ καὶ γέγονε, τελευτήσαντος τοῦ μακαρίου. Οὗτος τὰς αἱρέσεις, καὶ δὴ τῶν τὴν μίαν φύσιν καὶ ἐνέργειαν ἐν Χριστῷ φληναφούντων ἤλεγξε καὶ κατῄσχυνε· τὴν ἐπάρατον σιμωνίαν Συνοδικῶς καταδίκασε, κανονικῇ ἐπιστολῇ ἀπελέγξας τοὺς τὰ τοιαῦτα τολμῶντας. 
Καὶ τούτου ᾠκοδόμηται καὶ συγκεκρότηται ἡ περιώνυμος τοῦ Στουδίου μόνη, καὶ ὁ πάνσεπτος τῆς Θεοτόκου ναός, ἐπὶ τῆς ζωηφόρου αὐτῆς Πηγῆς, ὑπὸ Λέοντος τοῦ α΄ τοῦ καὶ Μακέλλη ἐπιλεγομένου, μετήνεκται δὲ ἐξ Ἱεροσολύμων ἡ Ἱερὰ τῆς Θεομήτορος ἐσθής· ὑπὸ τῶν πατρικίων Γαλβίου καὶ Κανδίδου. Καὶ λύχνος τῆς Ἐκκλησίας γεγονὼς καὶ ὁρώμενος, καὶ ἐπὶ δέκα καὶ τρισὶν ποιμάνας ἐνιαυτούς καὶ κυβερνήσας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, προεχειρίσατο διάδοχον τὸν πρεσβύτερον Ἀκάκιον. Αὐτὸς δὲ λάθρᾳ φυγὼν μετά τινος μοναχοῦ, ᾧ ἡ κλῆσις Νεῖλος, παρεγένετο ἐν σχήματι ἀγνώστῳ καὶ ταπεινῷ τῇ Ἁγίᾳ Σιών. Καὶ ἐκεῖθεν ἀπάρας ἔφθασεν εἰς Πάφον τῆς νήσου Κύπρου, σκοπῶν ἀπελθεῖν ἐν τῷ ὄρει μόνος, ἔνθα ὁ μέγας Ἱλαρίων τὴν ἀσκητικὴν πολιτείαν ἤνυσεν· ὅπῃ πορευόμενος καὶ ἀποπλανηθείς, ἐκοιμήθη καθ’ ὁδόν, ψύχει πολλῷ συσχεθείς, ἄτε χειμερίου ὥρας καὶ χιόνος ἐνσκηψιάσης τῷ τόπῳ. Πρωΐας δὲ γενόμενης, εὕρηται τὸ τίμιον λείψανον, ὅπερ ἔγνωσται τίνος ἥν, πλείστοις θαύμασι καὶ θεοσημείοις ἰαμάτων δοξασθέν, εἰς ἔκπληξιν τῶν ὁρώντων καὶ ἀκουόντων, θαυμαζόντων πάντων τὴν ἄκραν ταπείνωσιν, καὶ τὴν μεγάλην ἁγιότητα τοῦ μεγάλου πατρὸς Γενναδίου. Καὶ ἀνακομισθὲν ἐκεῖθεν, ἐνεταφιάσθη ἐν ᾧ τόπῳ ηὐδόκησεν ὁ Ἅγιος, ἔνθα καὶ ναὸς ᾠκοδόμηται τῷ ἁγίῳ αὐτοῦ ὀνόματι. Κέκτηται δὲ θεόθεν ὁ Ἅγιος χάριν τοῦ ἰᾶσθαι τοὺς ὑπὸ ψύχους καὶ κατάῤῥου πάσχοντος, ὡς καὶ αὐτὸς ἀπὸ πολλῆς ψυχρότητος τέθνηκε.

(Πηγή http://voutsinasilias.blogspot.it/2009/11/17.html)

Nessun commento:

Posta un commento

Λόγου έλλειψης χρόνου ίσως δεν απαντήσουμε στα σχόλια σας. Να ξέρετε όμως ότι είναι πάντα καλοδεχούμενα και ότι πάντα τα διαβάζουμε. Ευχαριστούμε πάρα πολύ ! Per mancanza di tempo potremmo non rispondere ai vostri commenti. Dovete però sapere che i vostri commenti sono sempre benvenuti e che vengono letti sempre. Grazie mille !