Μέγαν εύρατο εν τοις κινδύνοις, σε υπέρμαχον η οικουμένη, αθλοφόρε τα έθνη τροπούμενον. Ως ουν Λυαίου καθείλες την δύναμιν, εν τω σταδίω θαρρύνας τον Νέστορα, ούτως Άγιε, μεγαλομάρτυς Δημήτριε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος (Απολυτίκιο Αγίου Δημητρίου)

14 settembre 2011

Σταυρός Αγγέλων η δόξα και των δαιμόνων το τραύμα


Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος. 
Το δοξαστικόν των Αίνων του Τιμίου Σταυρού σέ εκτέλεση απο την χορωδία των Μουσικοφίλων Κων/λεως.

Ας το ακούσουμε, αξίζει τον κόπο: 



Από τους Χαιρετισμούς του τιμίου Σταυρού.
Ἔχουσα Ἑλένη, τὸ ἀήττητον ὅπλον, ἀνέδραμε πρὸς τὸν ταύτης γόνον· δέ, μέγα σκιρτήσας εὐθύς, ἐπιγνοὺς τὸν μέγιστον Σταυρόν, ἔχαιρε, καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε Σταυρέ, τοῦ φωτὸς δοχεῖον·
     χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον.
Χαῖρε, δοτὴρ χαρισμάτων τοῦ Πνεύματος·
     χαῖρε, λιμὴν ποντοπόρων ἀχείμαστος.
Χαῖρε, τράπεζα βαστάζουσα ὥσπερ θῦμα τὸν Χριστόν·
     χαῖρε, κλῆμα, βότρυν πέπειρον, φέρον οἶνον μυστικόν.
Χαῖρε, ὅτι τὰ σκῆπτρα τῶν ἀνάκτων φυλάττεις·
     χαῖρε, ὅτι τὰς κάρας τῶν δρακόντων συνθλάττεις.
Χαῖρε, λαμπρὸν τῆς πίστεως γνώρισμα·
     χαῖρε, παντὸς τοῦ κόσμου διάσωσμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐλογία·
     χαῖρε, θνητῶν πρὸς Θεὸν μεσιτεία.
Χαῖρε, Ξύλον μακάριον.


Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.(απόστιχα Εσπερινού).

Nessun commento:

Posta un commento

Λόγου έλλειψης χρόνου ίσως δεν απαντήσουμε στα σχόλια σας. Να ξέρετε όμως ότι είναι πάντα καλοδεχούμενα και ότι πάντα τα διαβάζουμε. Ευχαριστούμε πάρα πολύ ! Per mancanza di tempo potremmo non rispondere ai vostri commenti. Dovete però sapere che i vostri commenti sono sempre benvenuti e che vengono letti sempre. Grazie mille !